GENESIS – 1
(LXX- traduct. sir Branton)
|
1. ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
2. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆςἀβύςου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος 3. καὶ εἶπεν ὁ θεός γενηθήτω φῶς καὶ ἐγένετο φῶς 4. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰμέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους 5. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεννύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα μία 6. καὶ εἶπεν ὁ θεός γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος καὶ ἐγένετο οὕτως 7. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰμέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσοντοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος 8. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν καὶ εἶδεν ὁ θεὸς ὅτικαλόν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα δευτέρα
9. καὶ εἶπεν ὁ θεός συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦεἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά καὶ ἐγένετο οὕτως καὶσυνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰςαὐτῶν καὶ ὤφθη ἡ ξηρά
10. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶνὑδάτων ἐκάλεσεν θαλάςας καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν
11. καὶ εἶπεν ὁ θεός βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρονσπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦνκαρπόν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς καὶἐγένετο οὕτως
12. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένοςκαὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν οὗ τὸσπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς καὶ εἶδεν ὁ θεὸς ὅτικαλόν
13. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τρίτη
14. καὶ εἶπεν ὁ θεός γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦοὐρανοῦ εἰς φαῦσιν τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέραςκαὶ ἀνὰ μέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺςκαὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς 15. καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστεφαίνειν ἐπὶ τῆς γῆς καὶ ἐγένετο οὕτως 16. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους τὸνφωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸνἐλάςω εἰς ἀρχὰς τῆς νυκτός καὶ τοὺς ἀστέρας 17. καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστεφαίνειν ἐπὶ τῆς γῆς 18. καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσοντοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν 19. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τετάρτη 20. καὶ εἶπεν ὁ θεός ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶπετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ καὶἐγένετο οὕτως 21. καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴωνἑρπετῶν ἂ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν καὶ πᾶν πετεινὸνπτερωτὸν κατὰ γένος καὶ εἶδεν ὁ θεὸς ὅτι καλά
22. καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθεκαὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάςαις καὶ τὰ πετεινὰπληθυνέσθωσαν ἐπὶ τῆς γῆς
23. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα πέμπτη 24. καὶ εἶπεν ὁ θεός ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένοςτετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος καὶ ἐγένετοοὕτως
25. καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος καὶ τὰ κτήνηκατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν καὶ εἶδενὁ θεὸς ὅτι καλά
26. καὶ εἶπεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶκαθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάςης καὶ τῶνπετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶπάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς
27. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἐποίησεναὐτόν ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς 28. καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθεκαὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶνἰχθύων τῆς θαλάςης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶνκτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντωνἐπὶ τῆς γῆς
29. καὶ εἶπεν ὁ θεός ἰδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμονσπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχειἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν
30. καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦοὐρανοῦ καὶ παντὶ ἑρπετῷ τῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷψυχὴν ζωῆς πάντα χόρτον χλωρὸν εἰς βρῶσιν καὶ ἐγένετο οὕτως
31. καὶ εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν καὶἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα ἕκτη
|
1:1 In the beginning God made the heaven and the earth. 2 But the earth was unsightly and unfurnished, and darkness was over the deep, and the Spirit of God moved over the water. 3 And God said, Let there be light, and there was light. 4 And God saw the light that it was good, and God divided between the light and the darkness. 5 And God called the light Day, and the darkness he called Night, and there was evening and there was morning, the first day. 6 And God said, Let there be a firmament in the midst of the water, and let it be a division between water and water, and it was so. 7 And God made the firmament, and God divided between the water which was under the firmament and the water which was above the firmament. 8 And God called the firmament Heaven, and God saw that it was good, and there was evening and there was morning, the second day. 9 And God said, Let the water which is under the heaven be collected into one place, and let the dry land appear, and it was so. And the water which was under the heaven was collected into its places, and the dry land appeared. 10 And God called the dry land Earth, and the gatherings of the waters he called Seas, and God saw that it was good. 11 And God said, Let the earth bring forth the herb of grass bearing seed according to its kind and according to its likeness, and the fruit-tree bearing fruit whose seed is in it, according to its kind on the earth, and it was so. 12 And the earth brought forth the herb of grass bearing seed according to its kind and according to its likeness, and the fruit tree bearing fruit whose seed is in it, according to its kind on the earth, and God saw that it was good. 13 And there was evening and there was morning, the third day. 14 And God said, Let there be lights in the firmament of the heaven to give light upon the earth, to divide between day and night, and let them be for signs and for seasons and for days and for years. 15 And let them be for light in the firmament of the heaven, so as to shine upon the earth, and it was so. 16 And God made the two great lights, the greater light for regulating the day and the lesser light for regulating the night, the stars also. 17 And God placed them in the firmament of the heaven, so as to shine upon the earth, 18 and to regulate day and night, and to divide between the light and the darkness. And God saw that it was good. 19 And there was evening and there was morning, the fourth day. 20 And God said, Let the waters bring forth reptiles having life, and winged creatures flying above the earth in the firmament of heaven, and it was so. 21 And God made great whales, and every living reptile, which the waters brought forth according to their kinds, and every creature that flies with wings according to its kind, and God saw that they were good. 22 And God blessed them saying, Increase and multiply and fill the waters in the seas, and let the creatures that fly be multiplied on the earth. 23 And there was evening and there was morning, the fifth day. 24 And God said, Let the earth bring forth the living creature according to its kind, quadrupeds and reptiles and wild beasts of the earth according to their kind, and it was so. 25 And God made the wild beasts of the earth according to their kind, and cattle according to their kind, and all the reptiles of the earth according to their kind, and God saw that they were good. 26 And God said, Let us make man according to our image and likeness, and let them have dominion over the fish of the sea, and over the flying creatures of heaven, and over the cattle and all the earth, and over all the reptiles that creep on the earth. 27 And God made man, according to the image of God he made him, male and female he made them. 28 And God blessed them, saying, Increase and multiply, and fill the earth and subdue it, and have dominion over the fish of the seas and flying creatures of heaven, and all the cattle and all the earth, and all the reptiles that creep on the earth. 29 And God said, Behold I have given to you every seed-bearing herb sowing seed which is upon all the earth, and every tree which has in itself the fruit of seed that is sown, to you it shall be for food. 30 And to all the wild beasts of the earth, and to all the flying creatures of heaven, and to every reptile creeping on the earth, which has in itself the breath of life, even every green plant for food; and it was so. 31 And God saw all the things that he had made, and, behold, they were very good. And there was evening and there was morning, the sixth day. |